For the end, a Psalm for the sons of Core, concerning the wine-presses.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ ψαλμός.
The Old Testament
ΨΑΛΜΟΙ · 83
13 Brenton verses
For the end, a Psalm for the sons of Core, concerning the wine-presses.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ ψαλμός.
How amiable are thy tabernacles, O Lord of hosts!
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων.
My soul longs, and faints for the courts of the Lord: my heart and my flesh have exulted in the living God.
Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα·
Yea, the sparrow has found himself a home, and the turtle-dove a nest for herself, where she may lay her young, even thine altars, O Lord of hosts, my King, and my God.
Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς· τὰ θυσιαστήριά σου Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου.
Blessed are they that dwell in thy house: they will praise thee evermore. Pause.
Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε· διάψαλμα.
Blessed is the man whose help is of thee, O Lord; in his heart he has purposed to go up
Μακάριος ἀνὴρ οὗ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο,
the valley of weeping, to the place which he has appointed, for there the law-giver will grant blessings.
εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν,
They shall go from strength to strength: the God of gods shall be seen in Sion.
πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.
O Lord God of hosts, hear my prayer: hearken, O God of Jacob. Pause.
Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι ὁ Θεὸς Ἰακώβ· διάψαλμα.
Behold, O God our defender, and look upon the face of thine anointed.
Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ Θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σοῦ.
For one day in thy courts is better than thousands. I would rather be an abject in the house of God, than dwell in the tents of sinners.
Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν με ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν.
For the Lord loves mercy and truth: God will give grace and glory: the Lord will not withhold good things from them that walk in innocence.
Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.
O Lord of hosts, blessed is the man that trusts in thee.
Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.
Brenton supplied wording, small capitals, translation notes, Greek wording, and edition-specific verse identifiers are retained. Parallel passages keep each edition's own references. Editions and sources.