This is the genealogy of men in the day in which God made Adam; in the image of God he made him:
Source notes (1)
- Gr. book of generation.
Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατʼ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·
The Old Testament
ΓΕΝΕΣΙΣ · 5
32 Brenton verses
This is the genealogy of men in the day in which God made Adam; in the image of God he made him:
Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατʼ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·
male and female he made them, and blessed them; and he called his name Adam, in the day in which he made them.
Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.
And Adam lived two hundred and thirty years, and begot a son after his own form, and after his own image, and he called his name Seth.
Ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ.
And the days of Adam, which he lived after his begetting Seth, were seven hundred years; and he begot sons and daughters.
Ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδὰμ, ἃς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ, ἔτη ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
And all the days of Adam which he lived were nine hundred and thirty years, and he died.
Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδὰμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανεν.
Now Seth lived two hundred and five years, and begot Enos.
Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη· καὶ ἐγέννησε τὸν Ἐνώς.
And Seth lived after his begetting Enos, seven hundred and seven years, and he begot sons and daughters.
Καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς, ἑπτὰ ἔτη καὶ ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
And all the days of Seth were nine hundred and twelve years, and he died.
Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανε.
And Enos lived an hundred and ninety years, and begot Cainan.
Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐννεήκοντα· καὶ ἐγέννησε τὸν Καϊνᾶν.
And Enos lived after his begetting Cainan, seven hundred and fifteen years, and he begot sons and daughters.
Καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, πεντεκαίδεκα ἔτη καὶ ἑπτκόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
And all the days of Enos were nine hundred and five years, and he died.
Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε ἔτη καὶ ἐννακόσια· καὶ ἀπέθανε.
And Cainan lived an hundred and seventy years, and he begot Maleleel.
Καὶ ἔζησεν Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησε τὸν Μαλελεήλ.
And Cainan lived after his begetting Maleleel, seven hundred and forty years, and he begot sons and daughters.
Καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ, τεσσεράκοντα καὶ ἑπτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
And all the days of Cainan were nine hundred and ten years, and he died.
Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια· καὶ ἀπέθανε.
And Maleleel lived an hundred and sixty and five years, and he begot Jared.
Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησε τὸν Ἰάρεδ.
And Maleleel lived after his begetting Jared, seven hundred and thirty years, and he begot sons and daughters.
Καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ, ἔτη τριάκοντα καὶ ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
And all the days of Maleleel were eight hundred and ninety and five years, and he died.
Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ, ἔτη πέντε καὶ ἐννενήκοντα καὶ ὀκτακόσια· καὶ ἀπέθανε.
And Jared lived an hundred and sixty and two years, and begot Enoch:
Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν· καὶ ἐγέννησε τὸν Ἐνώχ.
and Jared lived after his begetting Enoch, eight hundred years, and he begot sons and daughters.
Καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼχ, ὀκτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
And all the days of Jared were nine hundred and sixty and two years, and he died.
Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ, δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανε.
And Enoch lived an hundred and sixty and five years, and begat Mathusala.
Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησε τὸν Μαθουσάλα.
And Enoch was well-pleasing to God after his begetting Mathusala, two hundred years, and he begot sons and daughters.
Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, διακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
And all the days of Enoch were three hundred and sixty and five years.
Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ, πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη.
And Enoch was well-pleasing to God, and was not found, because God translated him.
Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ· καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
And Mathusala lived an hundred and sixty and seven years, and begot Lamech.
Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατόν· καὶ ἐγέννησε τὸν Λάμεχ.
And Mathusala lived after his begetting Lamech eight hundred and two years, and begot sons and daughters.
Καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ, δύο καὶ ὀκτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
And all the days of Mathusala which he lived, were nine hundred and sixty and nine years, and he died.
Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα ἃς ἔζησεν, ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανε.
And Lamech lived an hundred and eighty and eight years, and begot a son.
Καὶ ἔζησε Λάμεχ ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησεν υἱόν.
And he called his name Noe, saying, This one will cause us to cease from our works, and from the toils of our hands, and from the earth, which the Lord God has cursed.
Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων, οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.
And Lamech lived after his begetting Noe, five hundred and sixty and five years, and begot sons and daughters.
Καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε, πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
And all the days of Lamech were seven hundred and fifty-three years, and he died.
Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ, ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη· καὶ ἀπέθανε.
And Noe was five hundred years old, and he begot three sons, Sem, Cham, and Japheth.
Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων· καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ.
Brenton supplied wording, small capitals, translation notes, Greek wording, and edition-specific verse identifiers are retained. Parallel passages keep each edition's own references. Editions and sources.