And the Lord said to Moses, I will yet bring one plague upon Pharao and upon Egypt, and after that he will send you forth thence; and whenever he sends you forth with every thing, he will indeed drive you out.
Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἔτι μίαν πληγὴν ἐγὼ ἐπάξω ἐπὶ Φαραὼ, καὶ ἐπʼ Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦθεν· ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς σὺν παντὶ, ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ.