King Ptolemy Philopator to the commanders throughout Egypt, and to all who are set over affairs, joy and strength.
Βασιλεὺς Πτολεμαῖος ὁ Φιλοπάτωρ τοῖς κατʼ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσι τοῖς τεταγμένοις ἐπὶ πραγμάτων, χαίρειν καὶ ἐῤῥῶσθαι.
The Old Testament
ΜΑΚΚΑΒΑΙΩΝ Γ΄ · 7
23 Brenton verses
King Ptolemy Philopator to the commanders throughout Egypt, and to all who are set over affairs, joy and strength.
Βασιλεὺς Πτολεμαῖος ὁ Φιλοπάτωρ τοῖς κατʼ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσι τοῖς τεταγμένοις ἐπὶ πραγμάτων, χαίρειν καὶ ἐῤῥῶσθαι.
We, too, and our children are well; and God has directed our affairs as we wish.
Ἐῤῥώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν, κατευθύναντος ἡμῖν τοῦ μεγάλου Θεοῦ τὰ πράγματα καθὼς προαιρούμεθα.
Certain of our friends did of malice vehemently urge us to punish the Jews of our realm in a body, with the infliction of a monstrous punishment.
Τῶν φίλων τινὲς κακοηθείᾳ πυκνότερον ἡμῖν παρακείμενοι, συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ἰουδαίους, συναθροίσαντας σύστημα, κολάσασθαι ξενιζούσαις ἀποστατῶν τιμωρίαις,
They pretended that our affairs would never be in a good state till this took place. Such, they said, was the hatred borne by the Jews to all other people.
προσφερόμενοι μήποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν, διʼ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν, μέχρις ἂν συντελεσθῇ τοῦτο.
They brought them fettered in grievous chains as slaves, nay, as traitors. Without enquiry or examination they endeavoured to annihilate them. They buckled themselves with a savage cruelty, worse than Scythian custom.
Οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν, νόμου Σκυθῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα.
For this cause we severely threatened them; yet, with the clemency which we are wont to extend to all men, we at length permitted them to live. Finding that the God of heaven cast a shield of protection over the Jews so as to preserve them, and that he fought for them as a father always fights for his sons;
Ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι, καθʼ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν, μόγις τὸ ζῇν αὐτοῖς χαρισάμενοι, καὶ τὸν ἐπουράνιον Θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ἰουδαίων, ὡς πατέρα ὑπὲρ υἱῶν διαπαντὸς ὑπερμαχοῦντα,
and taking into consideration their constancy and fidelity towards us and towards our ancestors, we have, as we ought, acquitted them of every sort of charge.
τήν τε τοῦ φίλου ἣν ἔχουσι πρὸς ἡμᾶς βεβαίαν καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι, δικαίως ἀπολελύκαμεν πάσης καθʼ ὁντινοῦν αἰτίας τρόπον·
And we have dismissed them to their several homes; bidding all men everywhere to do them no wrong, or unrighteously revile them about the past.
καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν, ἐν παντὶ τόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος, μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον.
For know ye, that should we conceive any evil design against, or in any manner aggrieve them, we shall ever have as our opposite, not man, but the highest God, the ruler of all might. From Him there will be no escape, as the avenger of such deeds. Fare ye well.
Γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρόν, ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως Θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπʼ ἐκδικήσει τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως δια παντὸς ἕξομεν· ἔῤῥωσθε.
When they had received this letter, they were not forward to depart immediately. They petitioned the king to be allowed to inflict fitting punishment upon those of their race who had willingly transgressed the holy God, and the law of God.
Λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην, οὐκ ἐσπούδασαν εὐθέως γενέσθαι περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ἰουδαίων τὸν ἅγιον Θεὸν αὐθαιρέτως παραβεβηκότας καὶ τοῦ Θεοῦ τὸν νόμον, τυχεῖν διʼ αὐτῶν τῆς ὀφειλομένης κολάσεως,
They alleged that men who had for their bellies' sake transgressed the ordinances of God, would never be faithful to the interests of the king.
προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα, μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως πράγμασιν.
The king admitted the truth of this reasoning, and commended them. Full power was given them, without warrant or special commission, to destroy those who had transgressed the law of God boldly in every part of the king's dominions.
Ὁ δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ συναινέσας, ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ Θεοῦ τὸν νόμον ἐξολοθρεύσωσι κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τόπον μετὰ παῤῥησίας ἄνευ πάσης βασιλικῆς ἐξουσίας ἢ ἐπισκέψεως.
Their priests, then, as it was meet, saluted him with good wishes, and all the people echoed with the Hallelujah. They then joyfully departed.
Τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς, καὶ πᾶν τὸ πλῆθος ἐπιφωνήσαντες τὸ ἁλληλούϊα, μετὰ χαρᾶς ἀνέλυσαν.
Then they punished and destroyed with ignominy every polluted Jew that fell in their way;
Τότε τὸν ἐμπεσόντα τῶν μεμιασμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο, καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν.
slaying thus, in that day, above three hundred men, and esteeming this destruction of the wicked a season of joy.
Ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς τοὺς βεβήλους χειρωσάμενοι.
They themselves having held fast their God unto death, and having enjoyed a full deliverance, departed from the city garlanded with sweet-flowered wreaths of every kind. Uttering exclamations of joy, with songs of praise, and melodious hymns they thanked the God of their fathers, the eternal Saviour of Israel.
Αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν Θεὸν ἐσχηκότες, παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες; ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσι κατεστεμμένοι μετʼ εὐφροσύνης καὶ βοῆς, ἐν αἴνοις καὶ παμμέλεσιν ὕμνοις εὐχαριστοῦντες τῷ Θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ἰσραήλ.
Having arrived at Ptolemais, called from the specialty of that district Rose-bearing, where the fleet, in accordance with the general wish, waited for them seven days,
Παραγενηθέντες δὲ εἰς Πτολεμαΐδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν ᾗ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτὰ,
they partook of a banquet of deliverance, for the king generously granted them severally the means of securing a return home.
ἐκεῖ ἐποίησαν πότον σωτήριον, τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως εἰς τὴν ἰδίαν οἰκίαν.
They were accordingly brought back in peace, while they gave utterance to becoming thanks; and they determined to keep these days during their sojourn as days of joyfulness.
Καταχθέντες δὲ μετʼ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν, ὡσαύτως κᾀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους.
These they registered as sacred upon a pillar, when they had dedicated the place of their festivity to be one of prayer. They departed unharmed, free, abundant in joy, preserved by the king's command, by land, by sea, and by river, each to his own home.
Ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες, ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασωζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν ἰδίαν.
They had more weight than before among their enemies; and were honoured and feared, and no one in any way robbed them of their goods.
Καὶ πλείστην ἢ ἔμπροσθεν ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόκης καὶ φόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων.
Every man received back his own, according to inventory; those who had obtained their goods, giving them up with the greatest terror. For the greatest God wrought with perfectness wonders for their salvation.
Καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς, ὥστε τοὺς ἔχοντάς τι, μετὰ φόβου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγίστου Θεοῦ ποιήσαντος τελείως ἐπὶ σωτηρίᾳ αὐτῶν.
Blessed be the Redeemer of Israel unto everlasting. Amen.
Εὐλογητὸς ὁ ῥύστης Ἰσραὴλ εἰς τοὺς ἀεὶ χρόνους. Ἀμήν.
Brenton supplied wording, small capitals, translation notes, Greek wording, and edition-specific verse identifiers are retained. Parallel passages keep each edition's own references. Editions and sources.