For the end, a Psalm of David.
Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμός.
The Old Testament
ΨΑΛΜΟΙ · 139
14 Brenton verses
For the end, a Psalm of David.
Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμός.
Rescue me, O Lord, from the evil man; deliver me from the unjust man.
Ἐξελοῦ με Κύριε ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με·
Who have devised injustice in their hearts; all the day they prepared war.
οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους.
They have sharpened their tongue as the tongue of a serpent; the poison of asps is under their lips. Pause.
Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· διάψαλμα.
Keep me, O Lord, from the hand of the sinner; rescue me from unjust men; who have purposed to overthrow my goings.
Φύλαξόν με Κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με· οἵτινες ἐλογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου.
The proud have hid a snare for me, and have stretched out ropes for snares for my feet; they set a stumbling-block for me near the path. Pause.
Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι· καὶ σχοινία διέτειναν παγίδας τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι· διάψαλμα.
I said to the Lord, Thou art my God; hearken, O Lord, to the voice of my supplication.
Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σὺ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου.
O Lord God, the strength of my salvation; thou hast screened my head in the day of battle.
Κύριε Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.
Deliver me not, O Lord, to the sinner, according to my desire: they have devised mischief against me; forsake me not, lest they should be exalted. Pause.
Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατʼ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μή ποτε ὑψωθῶσι· διάψαλμα.
As for the head of them that compass me, the mischief of their lips shall cover them.
Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
Coals of fire shall fall upon them on the earth; and thou shalt cast them down in afflictions: they shall not bear up under them.
Πεσοῦνται ἐπʼ αὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς, καὶ καταβαλεῖς αὐτοὺς ἐν ταλαιπωρίαις, οὐ μὴ ὑποστῶσιν.
A talkative man shall not prosper on the earth: evils shall hunt the unrighteous man to destruction.
Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς· ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν.
I know that the Lord will maintain the cause of the poor, and the right of the needy ones.
Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων.
Surely the righteous shall give thanks to thy name: the upright shall dwell in thy presence.
Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.
Brenton supplied wording, small capitals, translation notes, Greek wording, and edition-specific verse identifiers are retained. Parallel passages keep each edition's own references. Editions and sources.