For in the twelfth month, on the thirteenth day of the month which is Adar, the letters written by the king arrived.
Ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως.
The Old Testament
ΕΣΘΗΡ · 9
30 Brenton verses
For in the twelfth month, on the thirteenth day of the month which is Adar, the letters written by the king arrived.
Ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως.
In that day the adversaries of the Jews perished: for no one resisted, through fear of them.
Ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς.
For the chiefs of the satraps, and the princes and the royal scribes, honoured the Jews; for the fear of Mardochæus lay upon them.
Οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν, καὶ οἱ τύραννοι, καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.
For the order of the king was in force, that he should be celebrated in all the kingdom.
Προσέπεσε γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ.
And in the city Susa the Jews slew five hundred men:
Καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους,
both Pharsannes, and Delphon and Phasga,
τόν τε Φαρσαννὲς, καὶ Δελτφὼν, καὶ Φασγὰ, καὶ Φαραδαθὰ,
and Pharadatha, and Barea, and Sarbaca,
καὶ Βαρεὰ, καὶ Σαρβακὰ,
and Marmasima, and Ruphæus, and Arsæus, and Zabuthæus,
καὶ Μαρμασιμὰ, καὶ Ῥουφαῖον, καὶ Ἀρσαῖον, καὶ Ζαβουθαῖον,
the ten sons of Aman the son of Amadathes the Bugæan, the enemy of the Jews, and they plundered their property on the same day:
τοὺς δέκα υἱοὺς Ἀμὰν Ἀμαδάθοῦ Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν
and the number of them that perished in Susa was rendered to the king.
ἐν αὐτῇ τῇ ἡμέρᾳ· ἐπεδόθη τε ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.
And the king said to Esther, The Jews have slain five hundred men in the city Susa; and how, thinkest thou, have they used them in the rest of the country? What then dost thou yet ask, that it may be done for thee?
Εἶπε δὲ ὁ βασιλεὺς πρὸς Ἐσθὴρ, ἀπώλεσαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους, ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι, καὶ ἔσται σοι;
And Esther said to the king, Let it be granted to the Jews so to treat them to-morrow as to hang the ten sons of Aman.
Καὶ εἶπεν Ἐσθὴρ τῷ βασιλεῖ, δοθήτω τοῖς Ἰουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον, ὥστε τοὺς δέκα υἱοὺς Ἀμὰν κρεμάσαι.
And he permitted it to be so done; and he gave up to the Jews of the city the bodies of the sons of Aman to hang.
Καὶ ἐπέτρεψεν οὕτως γενέσθαι, καὶ ἐξέθηκε τοῖς Ἰουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν Ἀμὰν κρεμάσαι·
And the Jews assembled in Susa on the fourteenth day of Adar, and slew three hundred men, but plundered no property.
Καὶ συνήχθησαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Ἀδὰρ, καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους, καὶ οὐδὲν διήρπασαν.
And the rest of the Jews who were in the kingdom assembled, and helped one another, and obtained rest from their enemies: for they destroyed fifteen thousand of them on the thirteenth day of Adar, but took no spoil.
Οἱ δὲ λοιποὶ τῶν Ἰουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν, καὶ ἑαυτοῖς ἐβοήθουν, καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδὰρ, καὶ οὐδὲν διήρπασαν.
And they rested on the fourteenth of the same month, and kept it as a day of rest with joy and gladness.
Καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνός, καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης.
And the Jews in the city Susa assembled also on the fourteenth day and rested; and they kept also the fifteenth with joy and gladness.
Οἱ δὲ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ, καὶ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης.
On this account then it is that the Jews dispersed in every foreign land keep the fourteenth of Adar as a holy day with joy, sending portions each to his neighbour.
Διὰ τοῦτο οὖν οἱ Ἰουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω, ἄγουσι τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἀδὰρ ἡμέραν ἀγαθὴν μετʼ εὐφροσύνης, ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον.
And Mardochæus wrote these things in a book, and sent them to the Jews, as many as were in the kingdom of Artaxerxes, both them that were near and them that were afar off,
Ἔγραψεν δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον, καὶ ἐξαπέστειλε τοῖς Ἰουδαίοις, ὅσοι ἦσαν ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ τοῖς ἐγγὺς καὶ τοῖς μακράν,
to establish these as joyful days, and to keep the fourteenth and fifteenth of Adar;
στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθάς, ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Ἀδάρ.
for on these days the Jews obtained rest from their enemies: and as to the month, which was Adar, in which a change was made for them, from mourning to joy, and from sorrow to a good day, to spend the whole of it in good days of feasting and gladness, sending portions to their friends, and to the poor.
Ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Ἰουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν· καὶ τὸν μῆνα ἐν ᾧ ἐστράφη αὐτοῖς, ὃς ἦν Ἀδὰρ, ἀπὸ πένθους εἰς χαρὰν, καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις, καὶ τοῖς πτωχοῖς.
And the Jews consented to this accordingly as Mardochæus wrote to them,
Καὶ προσεδέξαντο οἱ Ἰουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος·
shewing how Aman the son of Amadathes the Macedonian fought against them, how he made a decree and cast lots to destroy them utterly;
Πῶς Ἀμὰν Ἀμαδαθοῦ ὁ Μακεδὼν ἐπολέμει αὐτοὺς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτοὺς,
also how he went in to the king, telling him to hang Mardochæus: but all the calamities he tried to bring upon the Jews came upon himself, and he was hanged, and his children.
καὶ ὡς εἰσῆλθε πρὸς τὸν βασιλέα, λέγων, κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ἰουδαίους κακὰ, ἐπʼ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτὸς, καὶ τὰ τέκνα αὐτοῦ.
Therefore these days were called Phruræ, because of the lots; (for in their language they are called Phruræ;) because of the words of this letter, and because of all they suffered on this account, and all that happened to them.
Διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί· διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης, καὶ ὅσα πεπόνθασι διὰ ταῦτα, καὶ ὅσα αὐτοῖς ἐγένετο,
And Mardochæus established it, and the Jews took upon themselves, and upon their seed, and upon those that were joined to them to observe it, neither would they on any account behave differently: but these days were to be a memorial kept in every generation, and city, and family, and province.
καὶ ἔστησε· καὶ προσεδέχοντο οἱ Ἰουδαῖοι ἐφʼ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπʼ αὐτῶν, οὐδὲ μὴν ἄλλως χρήσονται. αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν, καὶ πόλιν, καὶ πατριὰν, καὶ χώραν.
And these days of the Phruræ, said they, shall be kept for ever, and their memorial shall not fail in any generation.
Αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.
And queen Esther, the daughter of Aminadab, and Mardochæus the Jew, wrote all that they had done, and the confirmation of the letter of Phruræ.
Καὶ ἔγραψεν Ἐσθὴρ ἡ βασίλισσα θυγάτηρ Ἀμιναδὰβ, καὶ Μαρδοχαῖος ὁ Ἰουδαῖος, ὅσα ἐποίησαν, τό, τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί.
And Mardochæus and Esther the queen appointed a fast for themselves privately, even at that time also having formed their plan against their own health.
Καὶ Μαρδοχαῖος καὶ Ἐσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθʼ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας ἑαυτῶν, καὶ τὴν βουλὴν αὐτῶν.
And Esther established it by a command for ever, and it was written for a memorial.
Καὶ Ἐσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.
Brenton supplied wording, small capitals, translation notes, Greek wording, and edition-specific verse identifiers are retained. Parallel passages keep each edition's own references. Editions and sources.