And they number the sons of Aaron in their division, Nadab, and Abiud, and Eleazar, and Ithamar.
Καὶ τοὺς υἱοὺς Ἀαρὼν διαιρέσει Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
The Old Testament
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄ · 24
31 Brenton verses
And they number the sons of Aaron in their division, Nadab, and Abiud, and Eleazar, and Ithamar.
Καὶ τοὺς υἱοὺς Ἀαρὼν διαιρέσει Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
And Nadab and Abiud died before their father, and they had no sons: so Eleazar and Ithamar the sons of Aaron ministered as priests.
Καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ υἱοὶ Ἀαρών·
And David distributed them, even Sadoc of the sons of Eleazar, and Achimelech of the sons of Ithamar, according to their numbering, according to their service, according to the houses of their fathers.
Καὶ διεῖλεν αὐτοὺς Δαυὶδ, καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ, καὶ Ἀχιμέλεχ ἐκ τῶν υἱῶν Ἰθάμαρ, κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργείαν αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν.
And there were found among the sons of Eleazar more chiefs of the mighty ones, than of the sons of Ithamar: and he divided them, sixteen heads of families to the sons of Eleazar, eight according to their families to the sons of Ithamar.
Καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθάμαρ· καὶ διεῖλεν αὐτοὺς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, τοῖς υἱοῖς Ἰθάμαρ κατʼ οἴκους πατριῶν ὀκτώ.
And he divided them according to their lots, one with the other; for there were those who had charge of the holy things, and those who had charge of the house of the Lord among the sons of Eleazar, and among the sons of Ithamar.
Καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων, καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεάζαρ καὶ ἐν τοῖς υἱοῖς Ἰθάμαρ.
And Samaias the son of Nathanael, the scribe, of the family of Levi, wrote them down before the king, and the princes, and Sadoc the priest, and Achimelech the son of Abiathar were present; and the heads of the families of the priests and the Levites, each of a household were assigned one to Eleazar, and one to Ithamar.
Καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ Σαδὼκ ὁ ἱερεὺς, καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ, καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς, εἷς εἷς τῷ Ἐλεάζαρ, καὶ εἷς εἷς τῷ Ἰθάμαρ.
And the first lot came out to Joarim, the second to Jedia,
Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰωαρὶμ, τῷ Ἰεδίᾳ ὁ δεύτερος,
the third to Charib, the fourth to Seorim,
τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος,
the fifth to Melchias, the sixth to Meiamin,
τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος,
the seventh to Cos, the eighth to Abia,
τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβίᾳ ὁ ὄγδοος,
the ninth to Jesus, the tenth to Sechenias,
τῷ Ἰησοῦ ὁ ἔννατος, τῷ Σεχενίᾳ ὁ δέκατος,
the eleventh to Eliabi, the twelfth to Jacim,
τῷ Ἐλιαβὶ ὁ ἑνδέκατος, τῷ Ἰακὶμ ὁ δωδέκατος,
the thirteenth to Oppha, the fourteenth to Jesbaal,
τῷ Ὀπφᾷ ὁ τρισκαιδέκατος, τῷ Ἰεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος, τῷ Βελγὰ ὁ πεντεκαιδέκατος,
the fifteenth to Belga, the sixteenth to Emmer,
τῷ Ἐμμὴρ ὁ ἑκκαιδέκατος, τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος,
the seventeenth to Chezin, the eighteenth to Aphese,
τῷ Ἀφεσὴ ὁ ὀκτωκαιδέκατος, τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος,
the nineteenth to Phetæa, the twentieth to Ezekel,
τῷ Ἐζεκὴλ ὁ εἰκοστὸς, τῷ Ἀχὶμ ὁ εἷς καὶ εἰκοστὸς,
the twenty-first to Achim, the twenty-second to Gamul,
τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστὸς, τῷ Ἀδαλλαὶ ὁ τρίτος καὶ εἰκοστὸς,
the twenty-third to Adallai, the twenty-fourth to Maasai.
τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός.
This is their numbering according to their service to go into the house of the Lord, according to their appointment by the hand of Aaron their father, as the Lord God of Israel commanded.
Αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ.
And for the sons of Levi that were left, even for the sons of Ambram, Sobael: for the sons of Sobael, Jedia.
Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις, τοῖς υἱοῖς Ἀμβρὰμ, Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ Ἰεδία.
For Raabia, the chief was Isaari,
Τῷ Ῥααβία ὁ ἄρχων.
and for Isaari, Salomoth: for the sons of Salomoth, Jath.
Καὶ τῷ Ἰσααρὶ, Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ, Ἰάθ.
The sons of Ecdiu; Amadia the second, Jaziel the third, Jecmoam the fourth.
υἱοὶ Ἐκδιοῦ, Ἀμαδία ὁ δεύτερος, Ἰαζιὴλ ὁ τρίτος, Ἰεκμοὰμ ὁ τέταρτος.
For the sons of Oziel, Micha: the sons of Micha; Samer.
Τοῖς υἱοῖς Ὀζιὴλ, Μιχά· υἱοὶ Μιχὰ, Σαμήρ·
The brother of Micha; Isia, the son of Isia; Zacharia.
Ἀδελφὸς Μιχὰ, Ἰσία· υἱὸς Ἰσία, Ζαχαρία.
The sons of Merari, Mooli, and Musi: the sons of Ozia,
Υἱοὶ Μεραρὶ, Μοολὶ καὶ ὁ Μουσί·
That is, the sons of Merari by Ozia,—his sons were Isoam, and Sacchur, and Abai.
υἱοὶ Ὀζία τοῦ Μεραρὶ τῷ Ὀζίᾳ· υἱοὶ αὐτοῦ Ἰσοὰμ, καὶ Σακχοὺρ, καὶ Ἀβαΐ.
To Mooli were born Eleazar, and Ithamar; and Eleazar died, and had no sons.
Τῷ Μοολὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ· καὶ ἀπέθανεν Ἐλεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.
For Kis; the sons of Kis; Jerameel.
Τῷ Κὶς, υἱοὶ τοῦ Κὶς Ἱεραμεήλ.
And the sons of Musi; Mooli, and Eder, and Jerimoth. These were the sons of the Levites according to the houses of their families.
Καὶ υἱοὶ τοῦ Μουσὶ, Μοολὶ, καὶ Ἐδὲρ, καὶ Ἰεριμώθ· οὗτοι υἱοὶ τῶν Λευιτῶν κατʼ οἴκους πατριῶν αὐτῶν.
And they also received lots as their brethren the sons of Aaron before the king; Sadoc also, and Achimelech, and the chiefs of the families of the priests and of the Levites, principal heads of families, even as their younger brethren.
Καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως, καὶ Σαδὼκ, καὶ Ἀχιμέλεχ, καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν πατριάρχαι Ἀραὰβ, καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.
Brenton supplied wording, small capitals, translation notes, Greek wording, and edition-specific verse identifiers are retained. Parallel passages keep each edition's own references. Editions and sources.