And it happened, after that Alexander son of Philip, the Macedonian, who came out of the land of Chettiim, had smitten Darius king of the Persians and Medes, that he reigned in his stead, the first over Greece,
ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττειεὶμ, καὶ ἐπάταξε τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ πρότερος ἐπὶ τὴν Ἑλλάδα.